Ὦ ἰατρέ
φιλόψυχε καὶ φιλοικτίρμον μόνε,
ὁ δωρεάν
τοὺς ἀσθενεῖς καὶ τετραυματισμένους
ἰώμενος,ἰάτρευσον
μώλωπας,τραύματά μου.
Στάλαξόν σου
τὸ ἒλαιον τῆς χάριτος ,Θεέ μου,
καὶ τὰς
πληγάς μου ἂλειψον,ἐξάλειψον τὰ ἓλκη,
μέλη μου καὶ
ἀφάνισον τὰς οὐλὰς πάσας,Σῶτερ,
καὶ τέλεον
ὑγίωσον ὃλον με ὡς πρώην,
ὃτε οὐκ ἧν
μοι μώλωψ,
Οὐδέ πληγή
φλεγμαίνουσα,οὐ κηλίς, ὦ Θεέ μου,
ἀλλά γαλήνη
καὶ χαρά,εἰρήνη καὶ πραότης,
ἁγία τε
ταπείνωσις καὶ ἡ μακροθυμία,
ὑπομονῆς ὁ
φωτισμός καὶ τῶν καλλίστων ἒργων,
ὑπομονή καὶ
δύναμις ἀήττητος εἰς ἃπαν.
ΑΓΙΟΥ
ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ,ΥΜΝΟΙ ΜΣΤ'
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου