Εμφάνιση αναρτήσεων με ετικέτα ΣΥΜΕΩΝ ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΣΥΜΕΩΝ ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 3 Νοεμβρίου 2026

Η ΖΩΗ ΦΩΣ







 Ὁ Θεὸς φῶς ἐστιν καὶ φῶς ἄπειρόν τε καὶ ἀκατάληπτον· τὰ γὰρ περὶ αὐτὸν φῶς εἰσιν ἑνούμενά τε καὶ διαιρούμενα τοῖς προσώποις ἀδιαιρέτως καὶ (ἵνα καθ’ ἓν σοι τὰ ἀδιαίρετα διαιρῶν εἴπω) ὁ Πατὴρ φῶς ἐστιν, ὁ Υἱὸς φῶς ἐστι, τὸ Πνεῦμα τὸ ἅγιον φῶς· ἓν ταῦτα φῶς ἁπλοῦν, ἀσύνθετον, ἄχρονον, συναΐδιον, ὁμότιμον καὶ ὁμόδοξον.


Πρὸς τούτοις καὶ τὰ ἐξ αὐτοῦ πάντα φῶς εἰσιν ὡς ἐκ φωτὸς ἡμῖν χορηγούμενα· ἡ ζωὴ φῶς, ἡ ἀθανασία φῶς, ἡ πηγὴ τῆς ζωῆς φῶς, τὸ ὕδωρ τὸ ζῶν φῶς, ἡ ἀγάπη, ἡ εἰρήνη, ἡ ἀλήθεια, ἡ θύρα τῆς βασιλείας τῶν οὐρανῶν, αὐτὴ φῶς ἡ βασιλεία τῶν οὐρανῶν· ὁ νυμφὼν φῶς, ἡ παστάς, ὁ παράδεισος, ἡ τοῦ παραδείσου τρυφή, ἡ γῆ τῶν πραέων, οἱ στέφανοι τῆς ζωῆς, αὐτὰ τὰ τῶν ἁγίων ἐνδύματα φῶς· ὁ Χριστὸς ὁ Ἰησοῦς, ὁ σωτὴρ καὶ βασιλεὺς τοῦ παντός, φῶς· ὁ ἄρτος τῆς ἀχράντου σαρκὸς αὐτοῦ φῶς, τὸ ποτήριον τοῦ τιμίου αὐτοῦ αἵματος φῶς, ἡ ἀνάστασις αὐτοῦ φῶς, τὸ πρόσωπον αὐτοῦ φῶς· ἡ χείρ, ὁ δάκτυλος, τὸ στόμα αὐτοῦ φῶς, οἱ ὀφθαλμοὶ αὐτοῦ φῶς· ὁ Κύριος φῶς, ἡ φωνὴ αὐτοῦ ὡς ἐκ φωτὸς φῶς, ὁ Παράκλητος φῶς· ὁ μαργαρίτης, ὁ κόκκος τοῦ σινάπεως, ἡ ἄμπελος ἡ ἀληθινή, ἡ ζύμη, ἡ ἐλπίς, ἡ πίστις φῶς.


Συμεών  ο νέος θεολόγος

Τρίτος θεολογικός λόγος,κεφ.7 από τον τόμο 19Β της σειράς ΦΙΛΟΚΑΛΙΑ των εκδόσεων ΕΠΕ

Παρασκευή 1 Νοεμβρίου 2024

ΣΤΙΧΟΙ ΠΟΥ ΔΕΙΧΝΟΥΝ ΕΡΩΤΑ ΠΡΟΣ ΤΟΝ ΘΕΟ

 

ΟΣΙΟΥ ΣΥΜΕΩΝ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΤΟΥ ΝΕΟΥ

 

ΥΜΝΟΣ ΣΤ'

 

Πῶς γίνεται πῦρ ν’ἀναβλύζεις;πῶς σύγχρονα νερό δροσιστικό;πῶς καῖς μαζύ καὶ γλυκαίνεις;πῶς τὴ φθορά έξαφανίζεις; πῶς Θεούς κάνεις ἀνθρώπους;πῶς φῶς τὸ σκοτάδι;πῶς απ’τὸν ἃδη βγάζεις;πῶς ἂφθαρτους τοὺς θνητοῦς κάνεις;πῶς τὸ φῶς τὸ πᾶς σὲ σκότος;πῶς τὴ νύχτα περιαρπάζεις;πῶς τὴν καρδιὰ τὴν καταλάμπεις;πῶς ὁλόκληρο μ’ἀλλάζεις;πῶς ἑνώνεσαι μὲ τοὺς ἀνθρώπους;πῶς Θεοῦ υἱοὺς τοὺς κάνεις;πῶς μὲ τὸν πόθο σου καῖς;πῶς δίχως ξίφος λαβώνεις;πῶς ἀντέχεις;πῶς κρατᾶς;πῶς μὲ μιᾶς δὲν παραδίνεις;πῶς ὂντας μακριά ,τοῦ καθένα μας βλέπεις τὸ ἒργο;Δόσε στοὺς δούλους σου ὑπομονή,θλίψη νὰ μὴ τοὺς σκεπάσει.

ANΑΜΟΝΗ ΓΙΑ ΠΕΡΑΣΜΑ ΣΤΟΝ ΒΟΣΠΟΡΟ

ΜΕΤΑΦΡΑΣΗ ΝΙΚΟΣ ΓΑΒΡΙΗΛ ΠΕΝΤΖΙΚΗΣ

ΠΕΡΙΟΔΙΚΟ ΚΟΧΛΙΑΣ ΑΡΙΘΜΌΣ 9,ΑΥΓΟΥΣΤΟΣ 1946

 

Κυριακή 8 Μαρτίου 2020

ΠΛΗΓΗ ΦΛΕΓΜΑΙΝΟΥΣΑ

Ὦ ἰατρέ φιλόψυχε καὶ φιλοικτίρμον μόνε,
ὁ δωρεάν τοὺς ἀσθενεῖς καὶ τετραυματισμένους
ἰώμενος,ἰάτρευσον μώλωπας,τραύματά μου.
Στάλαξόν σου τὸ ἒλαιον  τῆς χάριτος ,Θεέ μου,
καὶ τὰς πληγάς μου ἂλειψον,ἐξάλειψον τὰ ἓλκη,
συνούλωσον καὶ σύσφιγξον τὰ παραλελυμένα
μέλη μου καὶ ἀφάνισον τὰς οὐλὰς πάσας,Σῶτερ,
καὶ τέλεον ὑγίωσον ὃλον με ὡς πρώην,
ὃτε οὐκ ἧν μοι μώλωψ,
Οὐδέ πληγή φλεγμαίνουσα,οὐ κηλίς, ὦ Θεέ μου,
ἀλλά γαλήνη καὶ χαρά,εἰρήνη καὶ πραότης,
ἁγία τε ταπείνωσις καὶ ἡ μακροθυμία,
ὑπομονῆς ὁ φωτισμός καὶ τῶν καλλίστων  ἒργων,
ὑπομονή καὶ δύναμις ἀήττητος εἰς ἃπαν.

ΑΓΙΟΥ ΣΥΜΕΩΝ  ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ,ΥΜΝΟΙ ΜΣΤ' 


Τρίτη 9 Απριλίου 2019

ΡΟΗ

Σκιᾶ κρατοῦμαι,καί ἀλήθειαν βλέπω.
Ὃ οὐδέν ἐστι,ἢ ἐλπίς ἡ βεβαία.
Ποία οὗν ἐλπίς; ἣν ὁφθαλμοί οὐκ εἶδον.
Αὓτη τί ἐστι; ζωή ἣν ἃπαντες ποθοῦσιν.
Ἡ δέ ζωή τί; ἢ Θεός κτίστης πάντων;
Τοῦτον πόθησον,καί μίσησον τόν κόσμον.
Κόσμος,θάνατος,
τί γάρ ἂρρευστον ἒχει;

Λόγος 25ος,ΣΥΜΕΩΝ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ

Η ΖΩΗ ΦΩΣ

  Ὁ Θεὸς φῶς ἐστιν καὶ φῶς ἄπειρόν τε καὶ ἀκατάληπτον· τὰ γὰρ περὶ αὐτὸν φῶς εἰσιν ἑνούμενά τε καὶ διαιρούμενα τοῖς προσώποις ἀδιαιρέτως καὶ...