Τρίτη 3 Νοεμβρίου 2026

Η ΖΩΗ ΦΩΣ







 Ὁ Θεὸς φῶς ἐστιν καὶ φῶς ἄπειρόν τε καὶ ἀκατάληπτον· τὰ γὰρ περὶ αὐτὸν φῶς εἰσιν ἑνούμενά τε καὶ διαιρούμενα τοῖς προσώποις ἀδιαιρέτως καὶ (ἵνα καθ’ ἓν σοι τὰ ἀδιαίρετα διαιρῶν εἴπω) ὁ Πατὴρ φῶς ἐστιν, ὁ Υἱὸς φῶς ἐστι, τὸ Πνεῦμα τὸ ἅγιον φῶς· ἓν ταῦτα φῶς ἁπλοῦν, ἀσύνθετον, ἄχρονον, συναΐδιον, ὁμότιμον καὶ ὁμόδοξον.


Πρὸς τούτοις καὶ τὰ ἐξ αὐτοῦ πάντα φῶς εἰσιν ὡς ἐκ φωτὸς ἡμῖν χορηγούμενα· ἡ ζωὴ φῶς, ἡ ἀθανασία φῶς, ἡ πηγὴ τῆς ζωῆς φῶς, τὸ ὕδωρ τὸ ζῶν φῶς, ἡ ἀγάπη, ἡ εἰρήνη, ἡ ἀλήθεια, ἡ θύρα τῆς βασιλείας τῶν οὐρανῶν, αὐτὴ φῶς ἡ βασιλεία τῶν οὐρανῶν· ὁ νυμφὼν φῶς, ἡ παστάς, ὁ παράδεισος, ἡ τοῦ παραδείσου τρυφή, ἡ γῆ τῶν πραέων, οἱ στέφανοι τῆς ζωῆς, αὐτὰ τὰ τῶν ἁγίων ἐνδύματα φῶς· ὁ Χριστὸς ὁ Ἰησοῦς, ὁ σωτὴρ καὶ βασιλεὺς τοῦ παντός, φῶς· ὁ ἄρτος τῆς ἀχράντου σαρκὸς αὐτοῦ φῶς, τὸ ποτήριον τοῦ τιμίου αὐτοῦ αἵματος φῶς, ἡ ἀνάστασις αὐτοῦ φῶς, τὸ πρόσωπον αὐτοῦ φῶς· ἡ χείρ, ὁ δάκτυλος, τὸ στόμα αὐτοῦ φῶς, οἱ ὀφθαλμοὶ αὐτοῦ φῶς· ὁ Κύριος φῶς, ἡ φωνὴ αὐτοῦ ὡς ἐκ φωτὸς φῶς, ὁ Παράκλητος φῶς· ὁ μαργαρίτης, ὁ κόκκος τοῦ σινάπεως, ἡ ἄμπελος ἡ ἀληθινή, ἡ ζύμη, ἡ ἐλπίς, ἡ πίστις φῶς.


Συμεών  ο νέος θεολόγος

Τρίτος θεολογικός λόγος,κεφ.7 από τον τόμο 19Β της σειράς ΦΙΛΟΚΑΛΙΑ των εκδόσεων ΕΠΕ

Η ΖΩΗ ΦΩΣ

  Ὁ Θεὸς φῶς ἐστιν καὶ φῶς ἄπειρόν τε καὶ ἀκατάληπτον· τὰ γὰρ περὶ αὐτὸν φῶς εἰσιν ἑνούμενά τε καὶ διαιρούμενα τοῖς προσώποις ἀδιαιρέτως καὶ...